Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 48.8 Dem. 48.11 (English) >>Dem. 48.15

48.10ὑπενοοῦμεν γάρ, ἄνδρες δικασταί, ἥξειν τινὰς ἀμφισβητήσοντας τῶν τοῦ Κόμωνος καὶ ἑτέρους· οἷον καὶ ἐμὸς ἀδελφὸς <> ὁμοπάτριος, ὁμομήτριος δʼ οὔ, ὃς ἀπεδήμει, καὶ εἰ δή τις ἄλλος ἐβούλετʼ ἀμφισβητεῖν, οὐκ ἦν ἡμῖν κωλύειν· οἱ γὰρ νόμοι κελεύουσι τὸν βουλόμενον ἀμφισβητεῖν. ταῦτα δὴ πάντα προνοούμενοι ἐγράψαμεν τὰς συνθήκας καὶ ὅρκους ὠμόσαμεν, ὅπως ἂν μήτε ἑκόντι μήτε ἄκοντι μηδετέρῳ ἐξουσία ἡμῶν γένηται μηδʼ ὁτιοῦν ἰδίᾳ πρᾶξαι, ἀλλὰ κοινῇ βουλευόμενοι μεθʼ ἡμῶν αὐτῶν ἅπαντα πράττωμεν. 48.11καὶ μάρτυρας ἐποιησάμεθα περὶ τούτων πρῶτον μὲν τοὺς θεοὺς οὓς ὠμόσαμεν ἀλλήλοις, καὶ τοὺς οἰκείους τοὺς ἡμετέρους αὐτῶν, ἔπειτʼ Ἀνδροκλείδην Ἀχαρνέα, παρʼ κατεθέμεθα τὰς συνθήκας. βούλομαι οὖν, ἄνδρες δικασταί, τόν τε νόμον ἀναγνῶναι, καθʼ ὃν τὰς συνθήκας ἐγράψαμεν πρὸς ἡμᾶς αὐτούς, καὶ μαρτυρίαν τοῦ ἔχοντος τὰς συνθήκας. λέγε τὸν νόμον πρῶτον.Νόμος

ἀναγίγνωσκε δὴ καὶ τὴν μαρτυρίαν τὴν Ἀνδροκλείδου.Μαρτυρία

48.12ἐπειδὴ δὲ ὠμόσαμεν ἀλλήλοις καὶ αἱ συνθῆκαι ἦσαν κείμεναι παρὰ τῷ Ἀνδροκλείδῃ, διεῖλον ἐγὼ δύο μερίδας, ἄνδρες δικασταί. καὶ μὲν ἑτέρα ἦν μερὶς οἰκία ἐν ᾤκει αὐτὸς Κόμων, καὶ τἀνδράποδα οἱ σακχυφάνται, δʼ ἑτέρα ἦν μερὶς οἰκία ἑτέρα καὶ τἀνδράποδα οἱ φαρμακοτρίβαι. ἀργύριον δὲ εἴ τι κατέλιπεν Κόμων φανερὸν ἐπὶ τῇ τραπέζῃ τῇ Ἡρακλείδου, τοῦθʼ ἅπαν σχεδόν τι ἀνηλώθη εἴς τε τὴν ταφὴν καὶ τἄλλα τὰ νομιζόμενα καὶ εἰς τὴν οἰκοδομίαν τοῦ μνήματος.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 48.8 Dem. 48.11 (English) >>Dem. 48.15

Powered by PhiloLogic